6.134 ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι , τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι . Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα , ἐοῦσαν μὲν Παρίην γένος , οὔνομα δέ οἱ εἶναι Τιμοῦν , εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν · ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι , εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν , τὰ ἂν αὐτὴ ὑποθῆται , ταῦτα ποιέειν . μετὰ δὲ τὴν μὲν ὑποθέσθαι , τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν , οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι , ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον τι δὴ ποιήσοντα ἐντός , εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε τι δή κοτε πρήξοντα · πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι , καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι · οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι .
6.135 Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω , οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος , ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον . Πάριοι δὲ πυθόμενοι ὡς ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο , βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι , θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε · ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ .