6.135 δὲ Πυθίη οὐκ ἔα , φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων , ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ , φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα .
6.136 παρίοισι μὲν δὴ ταῦτα Πυθίη ἔχρησε · Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος Ἀρίφρονος , ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν . Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο · ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ · προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι , τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν , ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι . προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου , ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι , Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ , τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισε παῖς αὐτοῦ Κίμων .
6.137 Λῆμνον δὲ Μιλτιάδης Κίμωνος ὧδε ἔσχε . Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν , εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως · τοῦτο γὰρ οὐκ ἔχω φράσαι , πλὴν τὰ λεγόμενα , ὅτι Ἑκαταῖος μὲν Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως ·