6.132 μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης , καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι , τότε μᾶλλον αὔξετο . αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους , οὐ φράσας σφι ἐπ’ ἣν ἐπιστρατεύσεται χώρην , ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται · ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται · λέγων τοιαῦτα αἴτεε τὰς νέας . Ἀθηναῖοι δὲ τούτοισι ἐπαερθέντες παρέδοσαν .
6.133 παραλαβὼν δὲ Μιλτιάδης τὴν στρατιὴν ἔπλεε ἐπὶ Πάρον , πρόφασιν ἔχων ὡς οἱ Πάριοι ὑπῆρξαν πρότεροι στρατευόμενοι τριήρεσι ἐς Μαραθῶνα ἅμα τῷ Πέρσῃ . τοῦτο μὲν δὴ πρόσχημα λόγων ἦν , ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖσι Παρίοισι διὰ Λυσαγόρεα τὸν Τισίεω , ἐόντα γένος Πάριον , διαβαλόντα μιν πρὸς Ὑδάρνεα τὸν Πέρσην . ἀπικόμενος δὲ ἐπ’ ἣν ἔπλεε Μιλτιάδης τῇ στρατιῇ ἐπολιόρκεε Παρίους κατειλημένους ἐντὸς τείχεος , καὶ ἐσπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα , φάς , ἢν μιν οὐ δῶσι , οὐκ ἀπονοστήσειν τὴν στρατιὴν πρὶν ἐξέλῃ σφέας . οἱ δὲ Πάριοι ὅκως μέν τι δώσουσι Μιλτιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο , οἳ δὲ ὅκως διαφυλάξουσι τὴν πόλιν τοῦτο ἐμηχανῶντο , ἄλλα τε ἐπιφραζόμενοι καὶ τῇ μάλιστα ἔσκε ἑκάστοτε ἐπίμαχον τοῦ τείχεος , τοῦτο ἅμα νυκτὶ ἐξηείρετο διπλήσιον τοῦ ἀρχαίου .