6.130 Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε . ʹ ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες , ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν , εἰ οἷόν τε εἴη , χαριζοίμην ἄν , μήτ’ ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων . ἀλλ’ οὐ γὰρ οἷά τε ἐστὶ μιῆς πέρι παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν , τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης , τῷ δὲ Ἀλκμέωνος Μεγακλέι ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων . ʹ φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος ἐκεκύρωτο γάμος Κλεισθένεϊ .
6.131 ἀμφὶ μὲν κρίσιος τῶν μνηστήρων τοσαῦτα ἐγένετο καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα . τούτων δὲ συνοικησάντων γίνεται Κλεισθένης τε τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι καταστήσας , ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτορος τοῦ Σικυωνίου · οὗτός τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτης , ἐκ δὲ Ἱπποκράτεος Μεγακλέης τε ἄλλος καὶ Ἀγαρίστη ἄλλη ἀπὸ τῆς Κλεισθένεος Ἀγαρίστης ἔχουσα τὸ οὔνομα · συνοικήσασά τε Ξανθίππῳ τῷ Ἀρίφρονος καὶ ἔγκυος ἐοῦσα εἶδε ὄψιν ἐν τῷ ὕπνῳ , ἐδόκεε δὲ λέοντα τεκεῖν , καὶ μετ’ ὀλίγας ἡμέρας τίκτει Περικλέα Ξανθίππῳ .