6.128 καὶ δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπ’ Ἀθηνέων ἀπιγμένοι , καὶ τούτων μᾶλλον Ἱπποκλείδης Τισάνδρου καὶ κατ’ ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων .
6.129 ὡς δὲ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων , θύσας βοῦς ἑκατὸν Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας . ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο , οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον . προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην , πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο . καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο , Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε . μετὰ δὲ ἐπισχὼν Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι , ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπ’ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια , μετὰ δὲ ἄλλα Ἀττικά , τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε . Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου , ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην , κατεῖχε ἑωυτόν , οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν · ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα , οὐκέτι κατέχειν δυνάμενος εἶπε ʹ παῖ Τισάνδρου , ἀπορχήσαό γε μὲν τὸν γάμον . ʹ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε ʹ οὐ φροντὶς Ἱπποκλείδῃ . ʹ ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται .