6.127 ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης , Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων πάντων , ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε · τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος , καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε , ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται , τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους , καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου . οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον , ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου , καὶ ἄλλος Ἱπποκλείδης Τισάνδρου , πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων . ἀπὸ δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης · οὗτος δὲ ἀπ’ Εὐβοίης μοῦνος . ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος , ἐκ δὲ Μολοσσῶν Ἄλκων .
6.128 τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες . ἀπικομένων δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην , Κλεισθένης πρῶτα μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου , μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου , καὶ ἑνὶ ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι , καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι , καὶ τό γε μέγιστον , ἐν τῇ συνεστίῃ διεπειρᾶτο · ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς , τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως .