6.126 μετὰ δὲ γενεῇ δευτέρῃ ὕστερον Κλεισθένης αὐτὴν Σικυώνιος τύραννος ἐξήειρε , ὥστε πολλῷ ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι πρότερον ἦν . Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη . ταύτην ἠθέλησε , Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον , τούτῳ γυναῖκα προσθεῖναι . Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι τεθρίππῳ Κλεισθένης κήρυγμα ἐποιήσατο , ὅστις Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι , ἥκειν ἐς ἑξηκοστὴν ἡμέρην καὶ πρότερον ἐς Σικυῶνα , ὡς κυρώσοντος Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ , ἀπὸ τῆς ἑξηκοστῆς ἀρξαμένου ἡμέρης . ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι , ἐφοίτεον μνηστῆρες · τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπ’ αὐτῷ τούτῳ εἶχε .
6.127 ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης Ἱπποκράτεος Συβαρίτης , ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο ʹἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστἀ , καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς . οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον , ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος · οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου . Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύι καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης , τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης .