6.120 Λακεδαιμονίων δὲ ἧκον ἐς τὰς Ἀθήνας δισχίλιοι μετὰ τὴν πανσέληνον , ἔχοντες σπουδὴν πολλὴν καταλαβεῖν , οὕτω ὥστε τριταῖοι ἐκ Σπάρτης ἐγένοντο ἐν τῇ Ἀττικῇ . ὕστεροι δὲ ἀπικόμενοι τῆς συμβολῆς ἱμείροντο ὅμως θεήσασθαι τοὺς Μήδους · ἐλθόντες δὲ ἐς τὸν Μαραθῶνα ἐθεήσαντο . μετὰ δὲ αἰνέοντες Ἀθηναίους καὶ τὸ ἔργον αὐτῶν ἀπαλλάσσοντο ὀπίσω .
6.121 θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον Ἀλκμεωνίδας ἄν κοτε ἀναδέξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα , βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ · οἵτινες μᾶλλον ὁμοίως Καλλίῃ τῷ Φαινίππου , Ἱππονίκου δὲ πατρί , φαίνονται μισοτύραννοι ἐόντες . Καλλίης τε γὰρ μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα , ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηνέων , τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι , καὶ τἆλλα τὰ ἔχθιστα ἐς αὐτὸν πάντα ἐμηχανᾶτο .
6.122 [ Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν . τοῦτο μὲν γὰρ τὰ προλελεγμένα , ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα · τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ ἐποίησε · ἵππῳ νικήσας , τεθρίππῳ δὲ δεύτερος γενόμενος , Πύθια δὲ πρότερον ἀνελόμενος , ἐφανερώθη ἐς τοὺς Ἕλληνας πάντας δαπάνῃσι μεγίστῃσι . ] [ τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο · ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι , ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο · ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι , ἔδωκε τούτῳ τῷ ἀνδρί . ]