6.123 καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι . θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα , οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους , ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα , καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων , ὡς ἐγὼ κρίνω . οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες , οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας · Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν , εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας , ὥς μοι πρότερον δεδήλωται .
6.124 ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα . οὐ μὲν ὦν ἦσαν σφέων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδ’ οἳ μᾶλλον ἐτετιμέατο . οὕτω οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἂν τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ . ἀνεδέχθη μὲν γὰρ ἀσπίς , καὶ τοῦτο οὐκ ἔστι ἄλλως εἰπεῖν · ἐγένετο γάρ · ὃς μέντοι ἦν ἀναδέξας , οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων .
6.125 οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι , ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί .