6.118 Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε , τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον , ἀλλά μιν δι’ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον .
6.119 τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης , ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες , ἀνήγαγον ἐς Σοῦσα . βασιλεὺς δὲ Δαρεῖος , πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας , ἐνεῖχέ σφι δεινὸν χόλον , οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων · ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρ’ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας , ἐποίησε κακὸν ἄλλο οὐδέν , ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα , ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι , τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας · καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε · ἀντλέεται μὲν κηλωνηίῳ , ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται · ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν · ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς . καὶ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα · τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην , ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν . ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος , οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην , φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν . τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω .