6.117 ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας , Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο . ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι . συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε , Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα , καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν . λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον , ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν , τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν · τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν , τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι . ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν .
6.118 Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην , ἐπείτε ἐγένετο ἐν Μυκόνῳ , εἶδε ὄψιν ἐν τῷ ὕπνῳ . καὶ ἥτις μὲν ἦν ὄψις , οὐ λέγεται · δέ , ὡς ἡμέρη τάχιστα ἐπέλαμψε , ζήτησιν ἐποιέετο τῶν νεῶν , εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη , πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ , ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον · καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον , κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων · τὸ δ’ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον .