6.113 νικῶντες δὲ τὸ μὲν τετραμμένον τῶν βαρβάρων φεύγειν ἔων , τοῖσι δὲ τὸ μέσον ῥήξασι αὐτῶν συναγαγόντες τὰ κέρεα ἀμφότερα ἐμάχοντο , καὶ ἐνίκων Ἀθηναῖοι . φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο κόπτοντες , ἐς ἐς τὴν θάλασσαν ἀπικόμενοι πῦρ τε αἴτεον καὶ ἐπελαμβάνοντο τῶν νεῶν .
6.114 καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ πολέμαρχος διαφθείρεται , ἀνὴρ γενόμενος ἀγαθός , ἀπὸ δ’ ἔθανε τῶν στρατηγῶν Στησίλεως Θρασύλεω · τοῦτο δὲ Κυνέγειρος Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός , τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει , τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί .
6.115 ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ τοιῷδε Ἀθηναῖοι · τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι ἐξανακρουσάμενοι , καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα , περιέπλεον Σούνιον βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ . αἰτίην δὲ ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι · τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί .
6.116 οὗτοι μὲν δὴ περιέπλεον Σούνιον · Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα ἐβοήθεον ἐς τὸ ἄστυ , καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν τοὺς βαρβάρους ἥκειν , καὶ ἐστρατοπεδεύσαντο ἀπιγμένοι ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν Κυνοσάργεϊ . οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες Φαλήρου , τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων , ὑπὲρ τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην .