6.111 τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι · τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ , τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας , καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον , τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ .
6.112 ὡς δέ σφι διετέτακτο καὶ τὰ σφάγια ἐγίνετο καλά , ἐνθαῦτα ὡς ἀπείθησαν οἱ Ἀθηναῖοι δρόμῳ ἵεντο ἐς τοὺς βαρβάρους . ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες τὸ μεταίχμιον αὐτῶν ὀκτώ . οἱ δὲ Πέρσαι ὁρέοντες δρόμῳ ἐπιόντας παρεσκευάζοντο ὡς δεξόμενοι , μανίην τε τοῖσι Ἀθηναίοισι ἐπέφερον καὶ πάγχυ ὀλεθρίην , ὁρέοντες αὐτοὺς ὀλίγους καὶ τούτους δρόμῳ ἐπειγομένους , οὔτε ἵππου ὑπαρχούσης σφι οὔτε τοξευμάτων . ταῦτα μέν νυν οἱ βάρβαροι κατείκαζον · Ἀθηναῖοι δὲ ἐπείτε ἀθρόοι προσέμιξαν τοῖσι βαρβάροισι , ἐμάχοντο ἀξίως λόγου . πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἴδμεν δρόμῳ ἐς πολεμίους ἐχρήσαντο , πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρέοντες καὶ τοὺς ἄνδρας ταύτην ἐσθημένους · τέως δὲ ἦν τοῖσι Ἕλλησι καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι .
6.113 μαχομένων δὲ ἐν τῷ Μαραθῶνι χρόνος ἐγίνετο πολλός , καὶ τὸ μὲν μέσον τοῦ στρατοπέδου ἐνίκων οἱ βάρβαροι , τῇ Πέρσαι τε αὐτοὶ καὶ Σάκαι ἐτετάχατο · κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι καὶ ῥήξαντες ἐδίωκον ἐς τὴν μεσόγαιαν , τὸ δὲ κέρας ἑκάτερον ἐνίκων Ἀθηναῖοί τε καὶ Πλαταιέες ·