6.109 ἢν μέν νυν μὴ συμβάλωμεν , ἔλπομαι τινὰ στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι · ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι , θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ . ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται . ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ , ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι · ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ , ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία . ʹ
6.110 ταῦτα λέγων Μιλτιάδης προσκτᾶται τὸν Καλλίμαχον · προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης ἐκεκύρωτο συμβάλλειν . μετὰ δὲ οἱ στρατηγοὶ τῶν γνώμη ἔφερε συμβάλλειν , ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη τῆς ἡμέρης , Μιλτιάδῃ παρεδίδοσαν · δὲ δεκόμενος οὔτι κω συμβολὴν ἐποιέετο , πρίν γε δὴ αὐτοῦ πρυτανηίη ἐγένετο .
6.111 ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε , ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες · τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο πολέμαρχος Καλλίμαχος · γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι , τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν · ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων , τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες . ἀπὸ ταύτης [ γάρ ] σφι τῆς μάχης , Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας , κατεύχεται κῆρυξ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι .