6.108 ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους , τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς . ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ , ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες .
6.109 τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι , τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν ʹὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβάλλειν̓ τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων . ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα χείρων τῶν γνωμέων , ἐνθαῦτα , ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν ʹτὸ Παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσἰ , ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος · πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε . ʹ ἐν σοὶ νῦν Καλλίμαχε ἐστὶ καταδουλῶσαι Ἀθήνας ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι . νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον , καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι , δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ , ἢν δὲ περιγένηται αὕτη πόλις , οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι . κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι , καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν , νῦν ἔρχομαι φράσων . ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι , τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν .