6.108 Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο ἐξεληλυθέναι . Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρακλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί . καὶ γὰρ καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλαταιέες , καὶ πόνους ὑπὲρ αὐτῶν οἱ Ἀθηναῖοι συχνοὺς ἤδη ἀναραιρέατο · ἔδοσαν δὲ ὧδε . πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς . οἳ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε . ʹ ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν , καὶ ὑμῖν τοιήδε τις γίνοιτ’ ἂν ἐπικουρίη ψυχρή · φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες τινα πυθέσθαι ἡμέων . συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι , πλησιοχώροισι τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι . ʹ ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ τὴν εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖσι . Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευον , οἳ δὲ οὐκ ἠπίστησαν , ἀλλ’ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς . Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστρατεύοντο ἐπὶ τοὺς Πλαταιέας , Ἀθηναῖοι δέ σφι ἐβοήθεον . μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον , παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοῖσιδε , ἐᾶν Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν . Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο , Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί , ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ .