6.106 μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε , τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι , ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα , οὐ βουλομένοισι λύειν τὸν νόμον · ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη , εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου .
6.107 οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον . τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης Πεισιστράτου ἐς τὸν Μαραθῶνα , τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε · ἐδόκεε Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι . συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός . ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα , τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων , καλεομένην δὲ Αἰγλείην , τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος , ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε . καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ὡς ἐώθεε · οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο · τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας · ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν . ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὀδών , ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας ʹ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί , οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι · ὁκόσον δέ τι μοι μέρος μετῆν , ὀδὼν μετέχει . ʹ