6.104 ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη , τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερσονήσῳ . ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτω Ἀθηναίων ἀπεδέχθη , αἱρεθεὶς ὑπὸ τοῦ δήμου .
6.105 καὶ πρῶτα μὲν ἐόντες ἔτι ἐν τῷ ἄστεϊ οἱ στρατηγοὶ ἀποπέμπουσι ἐς Σπάρτην κήρυκα Φειδιππίδην Ἀθηναῖον μὲν ἄνδρα , ἄλλως δὲ ἡμεροδρόμην τε καὶ τοῦτο μελετῶντα · τῷ δή , ὡς αὐτός τε ἔλεγε Φειδιππίδης καὶ Ἀθηναίοισι ἀπήγγελλε , περὶ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ Τεγέης Πὰν περιπίπτει · βώσαντα δὲ τὸ οὔνομα τοῦ Φειδιππίδεω τὸν Πᾶνα Ἀθηναίοισι κελεῦσαι ἀπαγγεῖλαι , δι’ τι ἑωυτοῦ οὐδεμίαν ἐπιμελείην ποιεῦνται ἐόντος εὐνόου Ἀθηναίοισι καὶ πολλαχῇ γενομένου σφι ἤδη χρησίμου , τὰ δ’ ἔτι καὶ ἐσομένου . καὶ ταῦτα μὲν Ἀθηναῖοι , καταστάντων σφι εὖ ἤδη τῶν πρηγμάτων , πιστεύσαντες εἶναι ἀληθέα ἱδρύσαντο ὑπὸ τῇ ἀκροπόλι Πανὸς ἱρόν , καὶ αὐτὸν ἀπὸ ταύτης τῆς ἀγγελίης θυσίῃσι ἐπετείοισι καὶ λαμπάδι ἱλάσκονται .
6.106 τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν Φειδιππίδης οὗτος , ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι , δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ , ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε ʹ Λακεδαιμόνιοι , Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων · καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ Ἑλλὰς γέγονε ἀσθενεστέρη . ʹ