6.98 οὕτω οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν ἐοῦσαν ἀκίνητον . καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ αὐτῆς ὧδε . ʹ κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν . ʹ δύναται δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα , Δαρεῖος ἐρξίης , Ξέρξης ἀρήιος , Ἀρτοξέρξης μέγας ἀρήιος . τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν τὴν σφετέρην Ἕλληνες καλέοιεν .
6.99 οἱ δὲ βάρβαροι ὡς ἀπήειραν ἐκ τῆς Δήλου , προσῖσχον πρὸς τὰς νήσους , ἐνθεῦτεν δὲ στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων παῖδας ἐλάμβανον . ὡς δὲ περιπλέοντες τὰς νήσους προσέσχον καὶ ἐς Κάρυστον , οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλιας ἀστυγείτονας στρατεύεσθαι , λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας , ἐνθαῦτα τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφεων ἔκειρον , ἐς καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην .
6.100 Ἐρετριέες δὲ πυνθανόμενοι τὴν στρατιὴν τὴν Περσικὴν ἐπὶ σφέας ἐπιπλέουσαν Ἀθηναίων ἐδεήθησαν σφίσι βοηθοὺς γενέσθαι . Ἀθηναῖοι δὲ οὐκ ἀπείπαντο τὴν ἐπικουρίην , ἀλλὰ τοὺς τετρακισχιλίους τοὺς κληρουχέοντας τῶν ἱπποβοτέων Χαλκιδέων τὴν χώρην , τούτους σφι διδοῦσι τιμωρούς . τῶν δὲ Ἐρετριέων ἦν ἄρα οὐδὲν ὑγιὲς βούλευμα , οἳ μετεπέμποντο μὲν Ἀθηναίους , ἐφρόνεον δὲ διφασίας ἰδέας . οἳ μὲν γὰρ αὐτῶν ἐβουλεύοντο ἐκλιπεῖν τὴν πόλιν ἐς τὰ ἄκρα τῆς Εὐβοίης , ἄλλοι δὲ αὐτῶν ἴδια κέρδεα προσδεκόμενοι παρὰ τοῦ Πέρσεω οἴσεσθαι προδοσίην ἐσκευάζοντο .