6.97 ʹ ἄνδρες ἱροί , τί φεύγοντες οἴχεσθε , οὐκ ἐπιτήδεα καταγνόντες κατ’ ἐμεῦ ; ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καὶ μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται , ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο , ταύτην μηδὲν σίνεσθαι , μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς . νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε . ʹ ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι , μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε .
6.98 Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα τῷ στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα , ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας . μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα Δῆλος ἐκινήθη , ὡς ἔλεγον Δήλιοι , καὶ πρῶτα καὶ ὕστατα μέχρι ἐμεῦ σεισθεῖσα . καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι τῶν μελλόντων ἔσεσθαι κακῶν ἔφαινε θεός . ἐπὶ γὰρ Δαρείου τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτοξέρξεω τοῦ Ξέρξεω , τριῶν τουτέων ἐπεξῆς γενεέων , ἐγένετο πλέω κακὰ τῇ Ἑλλάδι ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ Δαρείου γενομένας , τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ γενόμενα , τὰ δὲ ἀπ’ αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόντων .