6.100 μαθὼν δὲ τούτων ἑκάτερα ὡς εἶχε Αἰσχίνης Νόθωνος , ἐὼν τῶν Ἐρετριέων τὰ πρῶτα , φράξει τοῖσι ἥκουσι Ἀθηναίων πάντα τὰ παρεόντα σφι πρήγματα , προσεδέετό τε ἀπαλλάσσεσθαι σφέας ἐς τὴν σφετέρην , ἵνα μὴ προσαπόλωνται . οἱ δὲ Ἀθηναῖοι ταῦτα Αἰσχίνῃ συμβουλεύσαντι πείθονται .
6.101 καὶ οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσωζον σφέας αὐτούς · οἱ δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς χώρης κατὰ Τέμενος καὶ Χοιρέας καὶ Αἰγίλεα , κατασχόντες δὲ ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ παρεσκευάζοντο ὡς προσοισόμενοι τοῖσι ἐχθροῖσι . οἱ δὲ Ἐρετριέες ἐπεξελθεῖν μὲν καὶ μαχέσασθαι οὐκ ἐποιεῦντο βουλήν , εἴ κως δὲ διαφυλάξαιεν τὰ τείχεα , τούτου σφι πέρι ἔμελε , ἐπείτε ἐνίκα μὴ ἐκλιπεῖν τὴν πόλιν . προσβολῆς δὲ γινομένης καρτερῆς πρὸς τὸ τεῖχος ἔπιπτον ἐπὶ ἓξ ἡμέρας πολλοὶ μὲν ἀμφοτέρων · τῇ δὲ ἑβδόμῃ Εὔφορβός τε Ἀλκιμάχου καὶ Φίλαγρος Κυνέου ἄνδρες τῶν ἀστῶν δόκιμοι προδιδοῦσι τοῖσι Πέρσῃσι . οἳ δὲ ἐσελθόντες ἐς τὴν πόλιν τοῦτο μὲν τὰ ἱρὰ συλήσαντες ἐνέπρησαν , ἀποτινύμενοι τῶν ἐν Σάρδισι κατακαυθέντων ἱρῶν , τοῦτο δὲ τοὺς ἀνθρώπους ἠνδραποδίσαντο κατὰ τὰς Δαρείου ἐντολάς .
6.102 χειρωσάμενοι δὲ τὴν Ἐρέτριαν καὶ ἐπισχόντες ὀλίγας ἡμέρας ἔπλεον ἐς γῆν τὴν Ἀττικήν , κατέργοντές τε πολλὸν καὶ δοκέοντες ταὐτὰ τοὺς Ἀθηναίους ποιήσειν τὰ καὶ τοὺς Ἐρετριέας ἐποίησαν . καὶ ἦν γὰρ Μαραθὼν ἐπιτηδεότατον χωρίον τῆς Ἀττικῆς ἐνιππεῦσαι καὶ ἀγχοτάτω τῆς Ἐρετρίης , ἐς τοῦτό σφι κατηγέετο Ἱππίης Πεισιστράτου .