6.95 ἐσβαλόμενοι δὲ τοὺς ἵππους ἐς ταύτας καὶ τὸν πεζὸν στρατὸν ἐσβιβάσαντες ἐς τὰς νέας , ἔπλεον ἑξακοσίῃσι τριήρεσι ἐς τὴν Ἰωνίην . ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον τὰς νέας ἰθὺ τοῦ τε Ἑλλησπόντου καὶ τῆς Θρηίκης , ἀλλ’ ἐκ Σάμου ὁρμώμενοι παρά τε Ἰκάριον καὶ διὰ νήσων τὸν πλόον ἐποιεῦντο , ὡς μὲν ἐμοὶ δοκέειν , δείσαντες μάλιστα τὸν περίπλοον τοῦ Ἄθω , ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ τὴν κομιδὴν μεγάλως προσέπταισαν · πρὸς δὲ καὶ Νάξος σφέας ἠνάγκαζε πρότερον οὐκ ἁλοῦσα .
6.96 ἐπεὶ δὲ ἐκ τοῦ Ἰκαρίου πελάγεος προσφερόμενοι προσέμιξαν τῇ Νάξῳ , ἐπὶ ταύτην γὰρ δὴ πρώτην ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι μεμνημένοι τῶν πρότερον οἱ Νάξιοι πρὸς τὰ ὄρεα οἴχοντο φεύγοντες οὐδὲ ὑπέμειναν , οἱ δὲ Πέρσαι ἀνδραποδισάμενοι τοὺς κατέλαβον αὐτῶν , ἐνέπρησαν καὶ τὰ ἱρὰ καὶ τὴν πόλιν . ταῦτα δὲ ποιήσαντες ἐπὶ τὰς ἄλλας νήσους ἀνήγοντο .
6.97 ἐν δὲ οὗτοι ταῦτα ἐποίευν , οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες ἐς Τῆνον . τῆς δὲ στρατιῆς καταπλεούσης Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι , ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ · αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι , πέμπων κήρυκα ἠγόρευέ σφι τάδε .