6.92 τούτων οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω , ἀλλ’ ἐτελεύτησαν ὑπ’ Ἀθηναίων ἐν Αἰγίνῃ · αὐτὸς δὲ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει , ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνήσκει .
6.93 Αἰγινῆται δὲ ἐοῦσι ἀτάκτοισι τοῖσι Ἀθηναίοισι συμβαλόντες τῇσι νηυσὶ ἐνίκησαν , καί σφεων νέας τέσσερας αὐτοῖσι τοῖσι ἀνδράσι εἷλον .
6.94 Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας . δὲ Πέρσης τὸ ἑωυτοῦ ἐποίεε , ὥστε ἀναμιμνήσκοντός τε αἰεὶ τοῦ θεράποντος μεμνῆσθαί μιν τῶν Ἀθηναίων , καὶ Πεισιστρατιδέων προσκατημένων καὶ διαβαλλόντων Ἀθηναίους , ἅμα δὲ βουλόμενος Δαρεῖος ταύτης ἐχόμενος τῆς προφάσιος καταστρέφεσθαι τῆς Ἑλλάδος τοὺς μὴ δόντας αὐτῷ γῆν τε καὶ ὕδωρ . Μαρδόνιον μὲν δὴ φλαύρως πρήξαντα τῷ στόλῳ παραλύει τῆς στρατηγίης , ἄλλους δὲ στρατηγοὺς ἀποδέξας ἀπέστειλε ἐπὶ τε Ἐρέτριαν καὶ Ἀθήνας , Δᾶτίν τε ἐόντα Μῆδον γένος καὶ Ἀρταφρένεα τὸν Ἀρταφρένεος παῖδα , ἀδελφιδέον ἑωυτοῦ · ἐντειλάμενος δὲ ἀπέπεμπε ἐξανδραποδίσαντας Ἀθήνας καὶ Ἐρέτριαν ἀνάγειν ἑωυτῷ ἐς ὄψιν τὰ ἀνδράποδα .
6.95 ὡς δὲ οἱ στρατηγοὶ οὗτοι οἱ ἀποδεχθέντες πορευόμενοι παρὰ βασιλέος ἀπίκοντο τῆς Κιλικίης ἐς τὸ Ἀλήιον πεδίον , ἅμα ἀγόμενοι πεζὸν στρατὸν πολλόν τε καὶ εὖ ἐσκευασμένον , ἐνθαῦτα στρατοπεδευομένοισι ἐπῆλθε μὲν ναυτικὸς πᾶς στρατὸς ἐπιταχθεὶς ἑκάστοισι , παρεγένοντο δὲ καὶ αἱ ἱππαγωγοὶ νέες , τὰς τῷ προτέρῳ ἔτεϊ προεῖπε τοῖσι ἑωυτοῦ δασμοφόροισι Δαρεῖος ἑτοιμάζειν .