6.91 ταῦτα μὲν δὴ ὕστερον ἐγίνετο . Αἰγινητέων δὲ οἱ παχέες ἐπαναστάντος τοῦ δήμου σφι ἅμα Νικοδρόμῳ ἐπεκράτησαν , καὶ ἔπειτα σφέας χειρωσάμενοι ἐξῆγον ἀπολέοντες . ἀπὸ τούτου δὲ καὶ ἄγος σφι ἐγένετο , τὸ ἐκθύσασθαι οὐκ οἶοί τε ἐγένοντο ἐπιμηχανώμενοι , ἀλλ’ ἔφθησαν ἐκπεσόντες πρότερον ἐκ τῆς νήσου σφι ἵλεον γενέσθαι τὴν θεόν . ἑπτακοσίους γὰρ δὴ τοῦ δήμου ζωγρήσαντες ἐξῆγον ὡς ἀπολέοντες , εἷς δέ τις τούτων ἐκφυγὼν τὰ δεσμὰ καταφεύγει πρὸς πρόθυρα Δήμητρος θεσμοφόρου , ἐπιλαμβανόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο · οἳ δὲ ἐπείτε μιν ἀποσπάσαι οὐκ οἷοί τε ἀπέλκοντες ἐγίνοντο , ἀποκόψαντες αὐτοῦ τὰς χεῖρας ἦγον οὕτω , αἱ χεῖρες δὲ ἐκεῖναι ἐμπεφυκυῖαι ἦσαν τοῖσι ἐπισπαστῆρσι .
6.92 ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο , Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα , ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς καὶ πρότερον , Ἀργείους . καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι , μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι , συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ · καί σφι ὑπ’ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι , πεντακόσια ἑκατέρους . Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι , Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι . διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε , ἐθελονταὶ δὲ ἐς χιλίους · ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ οὔνομα Εὐρυβάτης , ἀνὴρ πεντάεθλον ἐπασκήσας .