6.88 Ἀθηναῖοι δὲ παθόντες ταῦτα πρὸς Αἰγινητέων οὐκέτι ἀνεβάλλοντο μὴ οὐ τὸ πᾶν μηχανήσασθαι ἐπ’ Αἰγινήτῃσι . καὶ ἦν γὰρ Νικόδρομος Κνοίθου καλεόμενος ἐν τῇ Αἰγίνῃ ἀνὴρ δόκιμος , οὗτος μεμφόμενος μὲν τοῖσι Αἰγινήτῃσι προτέρην ἑωυτοῦ ἐξέλασιν ἐκ τῆς νήσου , μαθὼν δὲ τότε τοὺς Ἀθηναίους ἀναρτημένους ἔρδειν Αἰγινήτας κακῶς , συντίθεται Ἀθηναίοισι προδοσίην Αἰγίνης , φράσας ἐν τῇ τε ἡμέρῃ ἐπιχειρήσει καὶ ἐκείνους ἐς τὴν ἥκειν δεήσει βοηθέοντας .
6.89 μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν , Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον · οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν . ἐν ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας , ἐν τούτῳ διεφθάρη τὰ πρήγματα . οἱ δὲ Κορίνθιοι , ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα , Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας , διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι · δωρεὴν γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι . ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας , πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας , ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης .
6.90 Νικόδρομος δέ , ὡς οἱ Ἀθηναῖοι ἐς τὸν καιρὸν οὐ παρεγίνοντο , ἐς πλοῖον ἐσβὰς ἐκδιδρήσκει ἐκ τῆς Αἰγίνης · σὺν δέ οἱ καὶ ἄλλοι ἐκ τῶν Αἰγινητέων εἵποντο , τοῖσι Ἀθηναῖοι Σούνιον οἰκῆσαι ἔδοσαν . ἐνθεῦτεν δὲ οὗτοι ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ Αἰγινήτας .