6.86C ʹ ʹ γλαῦκ’ Ἐπικυδείδη , τὸ μὲν αὐτίκα κέρδιον οὕτω | ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι . | ὄμνυ , ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα . | ἀλλ’ ὅρκου πάις ἐστίν , ἀνώνυμος , οὐδ’ ἔπι χεῖρες | οὐδὲ πόδες · κραιπνὸς δὲ μετέρχεται , εἰς κε πᾶσαν | συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα . | ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων . ʹ ταῦτα ἀκούσας Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων . δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι . ʹ
6.86D ʹ Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα . τοῦ δὲ εἵνεκα λόγος ὅδε Ἀθηναῖοι ὁρμήθη λέγεσθαι ἐς ὑμέας , εἰρήσεται · Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἐστὶ οὐδὲν οὔτ’ ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου , ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης . οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παρακαταθήκης ἄλλο γε ἀπαιτεόντων ἀποδιδόναι . ʹ
6.87 Λευτυχίδης μὲν εἴπας ταῦτα , ὥς οἱ οὐδὲ οὕτω ἐσήκουον οἱ Ἀθηναῖοι , ἀπαλλάσσετο · οἱ δὲ Αἰγινῆται , πρὶν τῶν πρότερον ἀδικημάτων δοῦναι δίκας τῶν ἐς Ἀθηναίους ὕβρισαν Θηβαίοισι χαριζόμενοι , ἐποίησαν τοιόνδε . μεμφόμενοι τοῖσι Ἀθηναίοισι καὶ ἀξιοῦντες ἀδικέεσθαι , ὡς τιμωρησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο · καὶ ἦν γὰρ δὴ τοῖσι Ἀθηναίοισι πεντετηρὶς ἐπὶ Σουνίῳ , λοχήσαντες ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων Ἀθηναίων , λαβόντες δὲ τοὺς ἄνδρας ἔδησαν .