6.84 Σκύθας γὰρ τοὺς νομάδας , ἐπείτε σφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην , μετὰ ταῦτα μεμονέναι μιν τίσασθαι , πέμψαντας δὲ ἐς Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐσβάλλειν , σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν . Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως , ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρ’ αὐτῶν · ἐκ τούτου δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται . ἔκ τε τόσου , ὡς αὐτοὶ λέγουσι , ἐπεὰν ζωρότερον βούλωνται πιεῖν , Ἐπισκύθισον λέγουσι . οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουσι · ἐμοὶ δὲ δοκέει τίσιν ταύτην Κλεομένης Δημαρήτῳ ἐκτῖσαι .
6.85 τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται , ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων . Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω , καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν . μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα , εἶπέ σφι Θεασίδης Λεωπρέπεος , ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ , ʹ τί βουλεύεσθε ποιέειν , ἄνδρες Αἰγινῆται ; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν ; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται , ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν , ἢν ταῦτα πρήσσητε , πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι . ʹ