6.85 ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς , ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε , ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας .
6.86 ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παραθήκην , οἱ δ’ Ἀθηναῖοι προφάσιας εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι , φάντες δύο σφέας ἐόντας βασιλέας παραθέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι ·
6.86A οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων , ἔλεξέ σφι Λευτυχίδης τάδε . ʹ Ἀθηναῖοι , ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί · καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια , καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων · ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης , βούλομαι ὑμῖν εἶπαι . λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπ’ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα · τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα , καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον . συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν . ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε . ʹ εἰμὶ μὲν Μιλήσιος , ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι . ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα , ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός , ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε Ἰωνίη , δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη , καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας .