6.82 καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι , μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην , ὅτι οὐκ αἱρέει τὸ Ἄργος · εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε , αἱρέειν ἂν κατ’ ἄκρης τὴν πόλιν , ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον θεὸς ἐβούλετο γενέσθαι . ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν , καὶ διέφυγε πολλὸν τοὺς διώκοντας .
6.83 Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες , ἐς ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες · ἔπειτα σφέας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον · ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα . τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους , ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος , γένος ἐὼν Φιγαλεὺς ἀπ’ Ἀρκαδίης · οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι . ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν , ἐς δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν .
6.84 Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεα φασὶ μανέντα ἀπολέσθαι κακῶς · αὐτοὶ δὲ Σπαρτιῆται φασὶ ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα , Σκύθῃσι δὲ ὁμιλήσαντά μιν ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι .