6.80 ἐνθαῦτα δὴ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος , τῶν δὲ πειθομένων ἐνέπρησε τὸ ἄλσος . καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος · δὲ ἔφη Ἄργου εἶναι . δὲ ὡς ἤκουσε , ἀναστενάξας μέγα εἶπε ʹ Ἄπολλον χρηστήριε , μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν · συμβάλλομαι δ’ ἐξήκειν μοι τὸ χρηστήριον . ʹ
6.81 μετὰ δὲ ταῦτα Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην , χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων · βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ἱρεὺς ἀπηγόρευε , φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν . δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπάγοντας μαστιγῶσαι , καὶ αὐτὸς ἔθυσε · ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην .
6.82 νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους , φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος , παρεὸν εὐπετέως μιν ἑλεῖν . δέ σφι ἔλεξε , οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων , ἔχω σαφηνέως εἶπαι , ἔλεξε δ’ ὦν φάμενος , ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον , δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν · πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος , πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε ·