6.77 ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε . καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι , δόξαν δέ σφι ἐποίεον τοιόνδε · ὅκως Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι , ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο .
6.78 μαθὼν δὲ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι σφέτερος κῆρυξ σημήνειε , παραγγέλλει σφι , ὅταν σημήνῃ κῆρυξ ποιέεσθαι ἄριστον , τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους . ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων · ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο , καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν , πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον .
6.79 ἐνθεῦτεν δὲ Κλεομένης ἐποίεε τοιόνδε . ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων , ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους , ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα . ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ’ ἄνδρα αἰχμάλωτον ἐκτίνειν . κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος Κλεομένης ἔκτεινε . ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ · ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος , οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς τι ἔπρησσον , πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον . οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν .