6.76 Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν · ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον , ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης · τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ , τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπ’ Ἀργείων Ἐρασῖνον καλέεσθαι · ἀπικόμενος δ’ ὦν Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ · καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν , ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας , Ἀργείους μέντοι οὐδ’ ὣς χαιρήσειν . μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην , σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην .
6.77 Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν · ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος , χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα , μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι . ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο , ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι · καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε Πυθίη τούτοισί τε καὶ Μιλησίοισι , λέγον ὧδε . ʹ ἀλλ’ ὅταν θήλεια τὸν ἄρσενα νικήσασα | ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται , | πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει . | ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων | δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς . ʹ