6.75 μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα , κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε . κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος , ἐόντα καὶ πρότερον ὑπομαργότερον · ὅκως γὰρ τεῷ ἐντύχοι Σπαρτιητέων , ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον . ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλω · δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν · οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε τά μιν αὖτις ποιήσει , ἐς δείσας τὰς ἀπειλὰς φύλακος ʹἦν γὰρ τῶν τις εἱλωτέων̓ διδοῖ οἱ μάχαιραν . Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος · ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς , ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας , ἐς ἐς τὴν γαστέρα ἀπίκετο , καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ , ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἐλλήνων , ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου λέγειν γενόμενα , ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι , διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν , ὡς δὲ Ἀργεῖοι , ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε .