6.73 ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον · τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα , αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας , δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων . οὕτω δὴ οὔτε οἱ Αἰγινῆται , ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπ’ αὐτούς , ἐδικαίευν ἔτι ἀντιβαίνειν , ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει · ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος , οἵ περ εἶχον μέγιστον κράτος · ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους .
6.74 μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάιστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων , καὶ ὑπεξέσχε ἐς Θεσσαλίην . ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα , συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῆ Σπάρτῃ , ἄλλους τε ὅρκους προσάγων σφι μὲν ἕψεσθαι σφέας αὐτῷ τῇ ἂν ἐξηγέηται , καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ . ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπὸ τῶν Ἀρκάδων τὸ Στυγὸς ὕδωρ , καὶ δὴ καὶ ἔστι τοιόνδε τι · ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος , τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος . δὲ Νώνακρις , ἐν τῇ πηγὴ αὕτη τυγχάνει ἐοῦσα , πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ .