6.70 καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς Δημάρητος ἐκ τῆς Ἤλιδος · ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτοντο καὶ τοὺς θεράποντας αὐτοῦ ἀπαιρέονται . μετὰ δέ , οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ Ζακύνθιοι , ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα Δαρεῖον . δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε καὶ πόλιας ἔδωκε . οὕτω ἀπίκετο ἐς τὴν Ἀσίην Δημάρητος καὶ τοιαύτῃ χρησάμενος τύχῃ , ἄλλα τε Λακεδαιμονίοισι συχνὰ ἔργοισί τε καὶ γνώμῃσι ἀπολαμπρυνθείς , ἐν δὲ δὴ καὶ Ὀλυμπιάδα σφι ἀνελόμενος τεθρίππῳ προσέβαλε , μοῦνος τοῦτο πάντων δὴ τῶν γενομένων βασιλέων ἐν Σπάρτῃ ποιήσας .
6.71 Λευτυχίδης δὲ Μενάρεος Δημαρήτου καταπαυσθέντος διεδέξατο τὴν βασιληίην , καί οἱ γίνεται παῖς Ζευξίδημος , τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον . οὗτος Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης · πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ , λιπὼν παῖδα Ἀρχίδημον . Δευτυχίδης δὲ στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην τὴν ἐοῦσαν Μενίου ἀδελφεὴν Διακτορίδεω δὲ θυγατέρα , ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν , θυγάτηρ δὲ Λαμπιτώ , τὴν Ἀρχίδημος Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω .
6.72 οὐ μὲν οὐδὲ Λευτυχίδης κατεγήρα ἐν Σπάρτῃ , ἀλλὰ τίσιν τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτισε . ἐστρατήγησε Λακεδαιμονίοισι ἐς Θεσσαλίην , παρεὸν δέ οἱ πάντα ὑποχείρια ποιήσασθαι ἐδωροδόκησε ἀργύριον πολλόν · ἐπ’ αὐτοφώρῳ δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ , ἐπικατήμενος χειρίδι πλέῃ ἀργυρίου , ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς , καὶ τὰ οἰκία οἱ κατεσκάφη · ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελεύτησε ἐν ταύτῃ .