6.66 τέλος δὲ ἐόντων περὶ αὐτῶν νεικέων , ἔδοξε Σπαρτιήτῃσι ἐπειρέσθαι τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι εἰ Ἀρίστωνος εἴη παῖς Δημάρητος . ἀνοίστου δὲ γενομένου ἐκ προνοίης τῆς Κλεομένεος ἐς τὴν Πυθίην , ἐνθαῦτα προσποιέεται Κλεομένης Κόβωνα τὸν Ἀριστοφάντου , ἄνδρα ἐν Δελφοῖσι δυναστεύοντα μέγιστον , δὲ Κόβων Περίαλλαν τὴν πρόμαντιν ἀναπείθει τὰ Κλεομένης ἐβούλετο λέγεσθαι λέγειν . οὕτω δὴ Πυθίη ἐπειρωτώντων τῶν θεοπρόπων ἔκρινε μὴ Ἀρίστωνος εἶναι Δημάρητον παῖδα . ὑστέρῳ μέντοι χρόνῳ ἀνάπυστα ἐγένετο ταῦτα , καὶ Κόβων τε ἔφυγε ἐκ Δελφῶν καὶ Περίαλλα πρόμαντις ἐπαύσθη τῆς τιμῆς .
6.67 κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο , ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος . μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν . ἦσαν μὲν δὴ γυμνοπαιδίαι , θεωμένου δὲ τοῦ Δημαρήτου Λευτυχίδης γεγονὼς ἤδη βασιλεὺς αὐτὸς ἀντ’ ἐκείνου , πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν . δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι , κεῖνον δὲ οὔ , τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι μυρίης κακότητος μυρίης εὐδαιμονίης . ταῦτα δὲ εἴπας καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία , αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν , θύσας δὲ τὴν μητέρα ἐκάλεσε .