6.68 ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε , τοιάδε λέγων . ʹ μῆτερ , θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ τοῦ ἑρκείου Διὸς τοῦδε φράσαι μοι τὴν ἀληθείην , τίς μευ ἐστὶ πατὴρ ὀρθῷ λόγῳ . Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα · οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν , καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα . ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές · οὔτε γάρ , εἴ περ πεποίηκάς τι τῶν λεγομένων , μούνη δὴ πεποίηκας , μετὰ πολλέων δέ · τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν · τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας . ʹ
6.69 μὲν δὴ τοιαῦτα ἔλεγε , δὲ ἀμείβετο τοῖσιδε . ʹ παῖ , ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην , πᾶν ἐς σὲ κατειρήσεται τὠληθές . ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ , νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι , συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθεε . καὶ τὸ μὲν οἰχώκεε , ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων . ὡς δέ με εἶδε ἔχουσαν στεφάνους , εἰρώτα τίς εἴη μοι δούς · ἐγὼ δὲ ἐφάμην ἐκεῖνον , δὲ οὐκ ὑπεδέκετο . ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον · ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους .