6.64 διὰ τοῦτο μέν οἱ τὸ οὔνομα Δημάρητος ἐτέθη · χρόνου δὲ προϊόντος Ἀρίστων μὲν ἀπέθανε , Δημάρητος δὲ ἔσχε τὴν βασιληίην . ἔδεε δέ , ὡς ἔοικε , ἀνάπυστα γενόμενα ταῦτα καταπαῦσαι Δημάρητον τῆς βασιληίης διὰ τὰ { ... } Κλεομένεϊ διεβλήθη μεγάλως πρότερόν τε Δημάρητος ἀπαγαγὼν τὴν στρατιὴν ἐξ Ἐλευσῖνος , καὶ δὴ καὶ τότε ἐπ’ Αἰγινητέων τοὺς μηδίσαντας διαβάντος Κλεομένεος .
6.65 ὁρμηθεὶς ὦν ἀποτίνυσθαι Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος , ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ , ἐπ’ τε , ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου , ἕψεταί οἱ ἐπ’ Αἰγινήτας . δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε · ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα , Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου , φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα . κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἔχθρη ἐς τὸν Δημάρητον ἐγεγόνεε , τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης Λευτυχίδης κατόμνυται Δημαρήτῳ , φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος · μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε , ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε οἰκέτης παῖδα γεγονέναι , δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι . τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης , τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος .