6.62 μετὰ δὲ αὐτός τε Ἀρίστων ἔδωκε τοῦτο , τι δὴ ἦν , τὸ εἵλετο τῶν κειμηλίων τῶν Ἀρίστωνος Ἄγητος , καὶ αὐτὸς τὴν ὁμοίην ζητέων φέρεσθαι παρ’ ἐκείνου , ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν γυναῖκα ἐπειρᾶτο ἀπάγεσθαι . δὲ πλὴν τούτου μούνου τὰ ἄλλα ἔφη καταινέσαι · ἀναγκαζόμενος μέντοι τῷ τε ὅρκῳ καὶ τῆς ἀπάτης τῇ παραγωγῇ ἀπιεῖ ἀπάγεσθαι .
6.63 οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα Ἀρίστων , τὴν δευτέρην ἀποπεμψάμενος . ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον . καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε . δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας , εἶπε ἀπομόσας ʹ οὐκ ἂν ἐμὸς εἴη . ʹ τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι , πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα . δὲ παῖς ηὔξετο , καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε · παῖδα γὰρ τὸν Δημάρητον ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι . Δημάρητον δὲ αὐτῷ οὔνομα ἔθετο διὰ τόδε · πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι , ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων , ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι .