6.58 νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ · τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων . ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων , ἐκ πάσης δεῖ Λακεδαίμονος , χωρὶς Σπαρτιητέων , ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι . τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί , κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ , φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων , τοῦτον δὴ γενέσθαι ἄριστον . ὃς δ’ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ , τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι . ἐπεὰν δὲ θάψωσι , ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδ’ ἀρχαιρεσίη συνίζει , ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας .
6.59 συμφέρονται δὲ ἄλλο οὗτοι τόδε τοῖσι Πέρσῃσι · ἐπεὰν ἀποθανόντος τοῦ βασιλέος ἄλλος ἐνίστηται βασιλεύς , οὗτος ἐσιὼν ἐλευθεροῖ ὅστις τι Σπαρτιητέων τῷ βασιλέι τῷ δημοσίῳ ὤφειλε · ἐν δ’ αὖ Πέρσῃσι κατιστάμενος βασιλεὺς τὸν προοφειλόμενον φόρον μετιεῖ τῇσι πόλισι πάσῃσι .
6.60 συμφέρονται δὲ καὶ τάδε Αἰγυπτίοισι Λακεδαιμόνιοι · οἱ κήρυκες αὐτῶν καὶ αὐληταὶ καὶ μάγειροι ἐκδέκονται τὰς πατρωίας τέχνας , καὶ αὐλητής τε αὐλητέω γίνεται καὶ μάγειρος μαγείρου καὶ κῆρυξ κήρυκος · οὐ κατὰ λαμπροφωνίην ἐπιτιθέμενοι ἄλλοι σφέας παρακληίουσι , ἀλλὰ κατὰ τὰ πάτρια ἐπιτελέουσι .