6.57 μὴ ἐλθοῦσι δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην , παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι · τὠυτὸ δὲ τοῦτο καὶ πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι . τὰς δὲ μαντηίας τὰς γινομένας τούτους φυλάσσειν , συνειδέναι δὲ καὶ τοὺς Πυθίους . δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε μοῦνα , πατρούχου τε παρθένου πέρι , ἐς τὸν ἱκνέεται ἔχειν , ἢν μή περ πατὴρ αὐτὴν ἐγγυήσῃ , καὶ ὁδῶν δημοσιέων πέρι · καὶ ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ , βασιλέων ἐναντίον ποιέεσθαι . καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι ἐοῦσι δυῶν δέουσι τριήκοντα · ἢν δὲ μὴ ἔλθωσι , τοὺς μάλιστά σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων γέρεα , δύο ψήφους τιθεμένους , τρίτην δὲ τὴν ἑωυτῶν .
6.58 ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων , ἀποθανοῦσι δὲ τάδε . ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν , κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι . ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο , ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι , ἄνδρα τε καὶ γυναῖκα · μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται .