6.61 ταῦτα μὲν δὴ οὕτω γίνεται . τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ Ἑλλάδι ἀγαθὰ προεργαζόμενον Δημάρητος διέβαλε , οὐκ Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος . Κλεομένης δὲ νοστήσας ἀπ’ Αἰγίνης ἐβούλευε τὸν Δημάρητον παῦσαι τῆς βασιληίης , διὰ πρῆγμα τοιόνδε ἐπίβασιν ἐς αὐτὸν ποιεύμενος . Ἀρίστωνι βασιλεύοντι ἐν Σπάρτῃ καὶ γήμαντι γυναῖκας δύο παῖδες οὐκ ἐγίνοντο . καὶ οὐ γὰρ συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος , γαμέει τρίτην γυναῖκα · ὧδε δὲ γαμέει . ἦν οἱ φίλος τῶν Σπαρτιητέων ἀνήρ , τῷ προσέκειτο τῶν ἀστῶν μάλιστα Ἀρίστων . τούτῳ τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦσα γυνὴ καλλίστη μακρῷ τῶν ἐν Σπάρτῃ γυναικῶν , καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης γενομένη . ἐοῦσαν γάρ μιν τὸ εἶδος φλαύρην τροφὸς αὐτῆς , οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα καὶ δυσειδέα ἐοῦσαν , πρὸς δὲ καὶ ὁρῶσα τοὺς γονέας συμφορὴν τὸ εἶδος αὐτῆς ποιευμένους , ταῦτα ἕκαστα μαθοῦσα ἐπιφράζεται τοιάδε · ἐφόρεε αὐτὴν ἀνὰ πᾶσαν ἡμέρην ἐς τὸ τῆς Ἑλένης ἱρόν . τὸ δ’ ἐστὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ ὕπερθε τοῦ Φοιβηίου ἱροῦ . ὅκως δὲ ἐνείκειε τροφός , πρός τε τὤγαλμα ἵστα καὶ ἐλίσσετο τὴν θεὸν ἀπαλλάξαι τῆς δυσμορφίης τὸ παιδίον .