6.55 καὶ ταῦτα μέν νυν περὶ τούτων εἰρήσθω . τι δὲ ἐόντες Αἰγύπτιοι καὶ τι ἀποδεξάμενοι ἔλαβον τὰς Δωριέων βασιληίας , ἄλλοισι γὰρ περὶ αὐτῶν εἴρηται , ἐάσομεν αὐτά · τὰ δὲ ἄλλοι οὐ κατελάβοντο , τούτων μνήμην ποιήσομαι .
6.56 γέρεά τε δὴ τάδε τοῖσι βασιλεῦσι Σπαρτιῆται δεδώκασι , ἱρωσύνας δύο , Διός τε Λακεδαίμονος καὶ Διὸς οὐρανίου , καὶ πόλεμον ἐκφέρειν ἐπ’ ἣν ἂν βούλωνται χώρην , τούτου δὲ μηδένα εἶναι Σπαρτιητέων διακωλυτήν , εἰ δὲ μὴ αὐτὸν ἐν τῷ ἄγεϊ ἐνέχεσθαι . στρατευομένων δὲ πρώτους ἰέναι τοὺς βασιλέας , ὑστάτους δὲ ἀπιέναι · ἑκατὸν δὲ ἄνδρας λογάδας ἐπὶ στρατιῆς φυλάσσειν αὐτούς · προβάτοισι δὲ χρᾶσθαι ἐν τῇσι ἐξοδίῃσι ὁκόσοισι ἂν ὦν ἐθέλωσι , τῶν δὲ θυομένων πάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν σφεας .
6.57 ταῦτα μὲν τὰ ἐμπολέμια , τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε σφι δέδοται . ἢν θυσίη τις δημοτελὴς ποιέηται , πρώτους ἐπὶ τὸ δεῖπνον ἵζειν τοὺς βασιλέας , καὶ ἀπὸ τούτων πρῶτον ἄρχεσθαι διπλήσια νέμοντας ἑκατέρῳ τὰ πάντα τοῖσι ἄλλοισι δαιτυμόνεσι , καὶ σπονδαρχίας εἶναι τούτων καὶ τῶν τυθέντων τὰ δέρματα . νεομηνίας δὲ πάσας καὶ ἑβδόμας ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλεον ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν , καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας ἐξαιρέτους . καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσκεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν , καὶ Πυθίους αἱρέεσθαι δύο ἑκάτερον . οἱ δὲ Πύθιοι εἰσὶ θεοπρόποι ἐς Δελφούς , σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια .