6.52 ἐνθαῦτα δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ σίτοισι καὶ λουτροῖσι , οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο . λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ · καί οἱ οὔνομα τεθῆναι Εὐρυσθένεα , τῷ δὲ Προκλέα . τούτους ἀνδρωθέντας αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν πάντα χρόνον τῆς ζόης ἀλλήλοισι , καὶ τοὺς ἀπὸ τούτων γενομένους ὡσαύτως διατελέειν .
6.53 ταῦτα μὲν Λακεδαιμόνιοι λέγουσι μοῦνοι Ἑλλήνων · τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπ’ Ἑλλήνων ἐγὼ γράφω , τούτους τοὺς Δωριέων βασιλέας μέχρι μὲν δὴ Περσέος τοῦ Δανάης , τοῦ θεοῦ ἀπεόντος , καταλεγομένους ὀρθῶς ὑπ’ Ἑλλήνων καὶ ἀποδεικνυμένους ὡς εἰσὶ Ἕλληνες · ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι ἐτέλεον . ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα , ἀλλ’ οὐκ ἀνέκαθεν ἔτι ἔλαβον , ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέι οὐδεμία πατρὸς θνητοῦ , ὥσπερ Ἡρακλέι Ἀμφιτρύων . ἤδη ὦν ὀρθῷ χρεωμένῳ μέχρι Περσέος ὀρθῶς εἴρηταί μοι · ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες .
6.54 ταῦτα μέν νυν κατὰ τὰ Ἕλληνες λέγουσι γεγενεηλόγηται · ὡς δὲ παρὰ Περσέων λόγος λέγεται , αὐτὸς Περσεὺς ἐὼν Ἀσσύριος ἐγένετο Ἕλλην , ἀλλ’ οὐκ οἱ Περσέος πρόγονοι · τοὺς δὲ Ἀκρισίου γε πατέρας ὁμολογέοντας κατ’ οἰκηιότητα Περσέι οὐδέν , τούτους δὲ εἶναι , κατά περ Ἕλληνες λέγουσι , Αἰγυπτίους .