6.52 μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα , τῇ οὔνομα εἶναι Ἀργείην · θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος · ταύτην δὴ τεκεῖν δίδυμα , ἐπιδόντα δὲ τὸν Ἀριστόδημον τὰ τέκνα νούσῳ τελευτᾶν . Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι . οὔκων δή σφεας ἔχειν ὁκότερον ἕλωνται ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων · οὐ δυναμένους δὲ γνῶναι , καὶ πρὸ τούτου , ἐπειρωτᾶν τὴν τεκοῦσαν . τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν . εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα , βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες . τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν , ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους τι χρήσωνται τῷ πρήγματι . τὴν δὲ Πυθίην σφέας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας , τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον . τὴν μὲν δὴ Πυθίην ταῦτά σφι ἀνελεῖν , τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον , ὑποθέσθαι ἄνδρα Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην · ὑποθέσθαι δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι , φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παίδων πρότερον λούει καὶ σιτίζει · καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦσα , τοὺς δὲ πᾶν ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν , ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα , δῆλά σφι ἔσεσθαι ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε , ἐπ’ ἄλλην τε τραπέσθαι σφέας ὁδόν .