6.49 ποιήσασι δέ σφι ταῦτα ἰθέως Ἀθηναῖοι ἐπεκέατο , δοκέοντές τε ἐπὶ σφίσι ἐπέχοντας τοὺς Αἰγινήτας δεδωκέναι ὡς ἅμα τῷ Πέρσῃ ἐπὶ σφέας στρατεύωνται , καὶ ἄσμενοι προφάσιος ἐπελάβοντο , φοιτέοντές τε ἐς τὴν Σπάρτην κατηγόρεον τῶν Αἰγινητέων τὰ πεποιήκοιεν προδόντες τὴν Ἑλλάδα .
6.50 πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν , βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους . ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων , ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων , ἐν δὲ δὴ καὶ Κριὸς Πολυκρίτου μάλιστα , ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων · ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα , ὑπ’ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι · ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν . ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου . Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν τι οἱ εἴη τὸ οὔνομα · δέ οἱ τὸ ἐὸν ἔφρασε . δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη ʹ ἤδη νῦν καταχαλκοῦ κριὲ τὰ κέρεα , ὡς συνοισόμενος μεγάλῳ κακῷ . ʹ
6.51 ἐν δὲ τῇ Σπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος Ἀρίστωνος διέβαλλε τὸν Κλεομένεα , ἐὼν βασιλεὺς καὶ οὗτος Σπαρτιητέων , οἰκίης δὲ τῆς ὑποδεεστέρης , κατ’ ἄλλο μὲν οὐδὲν ὑποδεεστέρης · ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόνασι · κατὰ πρεσβυγενείην δε κως τετίμηται μᾶλλον Εὐρυσθένεος .
6.52 Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφεας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται , ἀλλ’ οὐ τοὺς Ἀριστοδήμου παῖδας .