6.47 εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα , καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην , ἥτις νῦν ἀπὸ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχε . τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων , ἀντίον δὲ Σαμοθρηίκης , ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι . τοῦτο μέν νυν ἐστὶ τοιοῦτον . οἱ δὲ Θάσιοι τῷ βασιλέι κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας τὰς πάσας ἐκόμισαν ἐς Ἄβδηρα .
6.48 μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο Δαρεῖος τῶν Ἑλλήνων τι ἐν νόῳ ἔχοιεν , κότερα πολεμέειν ἑωυτῷ παραδιδόναι σφέας αὐτούς . διέπεμπε ὦν κήρυκας ἄλλους ἄλλῃ τάξας ἀνὰ τὴν Ἑλλάδα , κελεύων αἰτέειν βασιλέι γῆν τε καὶ ὕδωρ . τούτους μὲν δὴ ἐς τὴν Ἑλλάδα ἔπεμπε , ἄλλους δὲ κήρυκας διέπεμπε ἐς τὰς ἑωυτοῦ δασμοφόρους πόλιας τὰς παραθαλασσίους , κελεύων νέας τε μακρὰς καὶ ἱππαγωγὰ πλοῖα ποιέεσθαι .
6.49 οὗτοί τε δὴ παρεσκευάζοντο ταῦτα , καὶ τοῖσι ἥκουσι ἐς τὴν Ἑλλάδα κήρυξι πολλοὶ μὲν ἠπειρωτέων ἔδοσαν τὰ προΐσχετο αἰτέων Πέρσης , πάντες δὲ νησιῶται ἐς τοὺς ἀπικοίατο αἰτήσοντες . οἵ τε δὴ ἄλλοι νησιῶται διδοῦσι γῆν τε καὶ ὕδωρ Δαρείῳ καὶ δὴ καὶ Αἰγινῆται .