6.9 εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι , οἳ δὲ πάντως διὰ μάχης ἐλεύσονται , τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες , τά περ σφέας κατέξει , ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται , καὶ ὡς σφέων τοὺς παῖδας ἐκτομίας ποιήσομεν , τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα , καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν . ʹ
6.10 οἳ μὲν δὴ ἔλεγον τάδε . τῶν δὲ Ἰώνων οἱ τύραννοι διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος . οἱ δὲ Ἴωνες , ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι , ἀγνωμοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην · ἑωυτοῖσι δὲ ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας ἐξαγγέλλεσθαι .
6.11 ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο · μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί , καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο , ἐν δὲ δὴ καὶ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε . ʹ ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα , ἄνδρες Ἴωνες , εἶναι ἐλευθέροισι δούλοισι , καὶ τούτοισι ὡς δρηπέτῃσι · νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι , τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται , οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι · εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε , οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέι τῆς ἀποστάσιος . ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε · καὶ ὑμῖν ἐγώ , θεῶν τὰ ἴσα νεμόντων , ὑποδέκομαι οὐ συμμίξειν τοὺς πολεμίους συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι . ʹ