6.12 ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ . δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας , ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δι’ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε , τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ’ ἀγκυρέων , παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι’ ἡμέρης . μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον · τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες , οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ , ἔλεξαν πρὸς ἑωυτοὺς τάδε . ʹ τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν ; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι , παρεχομένῳ νέας τρεῖς , ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν · δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι , καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι , πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί , πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται , μᾶλλον τῇ παρεούσῃ συνέχεσθαι . φέρετε , τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ . ʹ ταῦτα ἔλεξαν , καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε , ἀλλ’ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ’ ἀναπειρᾶσθαι .