6.8 πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες , Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι , Φωκαέες δὲ τρεῖς · Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα · τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί . πάντων δὲ τούτων σύμπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα καὶ τριηκόσιαι τριήρεες .
6.9 αὗται μὲν Ἰώνων ἦσαν , τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι . ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ πεζός σφι ἅπας παρῆν , ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι , καὶ οὕτω οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες , πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν . ταῦτα ἐπιλεγόμενοι , συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους , οἳ ὑπ’ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους , ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον , τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε . ʹ ἄνδρες Ἴωνες , νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον · τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ . προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε , ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν , οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται , οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν πρότερον εἶχον .